Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.50 Dem. 10.54 (English) >>Dem. 10.57

10.52νῦν δὲ πρῶτον μὲν βασιλεὺς ἅπασι τοῖς Ἕλλησιν οἰκείως ἔχει, †καὶ πάντων ἥκιστα δὴἡμῖν, ἄν τι μὴ νῦν ἐπανορθωσώμεθα· ἔπειτα προστασίαι πολλαὶ καὶ πανταχόθεν γίγνονται, καὶ τοῦ πρωτεύειν ἀντιποιοῦνται μὲν πάντες, ἀφεστᾶσι δʼ ἔργῳ, καὶ φθονοῦσι καὶ ἀπιστοῦσιν αὑτοῖς, οὐχ οἷς ἔδει, καὶ γεγόνασι καθʼ αὑτοὺς ἕκαστοι, Ἀργεῖοι, Θηβαῖοι, Λακεδαιμόνιοι, Κορίνθιοι, Ἀρκάδες, ἡμεῖς. 10.53ἀλλʼ ὅμως εἰς τοσαῦτα μέρη καὶ τοσαύτας δυναστείας διῃρημένων τῶν Ἑλληνικῶν πραγμάτων, εἰ δεῖ τἀληθῆ μετὰ παρρησίας εἰπεῖν, τὰ παρʼ οὐδέσι τούτων ἀρχεῖα καὶ βουλευτήριʼ ἐρημότερʼ ἄν τις ἴδοι τῶν Ἑλληνικῶν πραγμάτων τὰ παρʼ ἡμῖν, εἰκότως· οὔτε γὰρ φιλῶν οὔτε πιστεύων οὔτε φοβούμενος οὐδεὶς ἡμῖν διαλέγεται. 10.54αἴτιον δὲ τούτων οὐχ ἕν, ἄνδρες Ἀθηναῖοι, (ῥᾴδιον γὰρ ἂν ἦν ὑμῖν μεταθεῖναι), ἀλλὰ πολλὰ καὶ παντοδαπὰ ἐκ παντὸς ἡμαρτημένα τοῦ χρόνου, ὧν τὸ καθʼ ἕκαστον ἐάσας, εἰς πάντα τείνει λέξω, δεηθεὶς ὑμῶν, ἂν λέγω τἀληθῆ μετὰ παρρησίας, μηδὲν ἀχθεσθῆναί μοι. πέπραται τὰ συμφέροντʼ ἐφʼ ἑκάστου τῶν καιρῶν, καὶ μετειλήφαθʼ ὑμεῖς μὲν τὴν σχολὴν καὶ τὴν ἡσυχίαν, ὑφʼ ὧν κεκηλημένοι τοῖς ἀδικοῦσιν οὐ πικρῶς ἔχετε, ἕτεροι δὲ τὰς τιμὰς ἔχουσιν. 10.55καὶ τὰ μὲν περὶ τἄλλʼ οὐκ ἄξιον ἐξετάσαι νῦν· ἀλλʼ ἐπειδάν τι τῶν πρὸς Φίλιππον ἐμπέσῃ, εὐθὺς ἀναστάς τις λέγει ὡς οὐ δεῖ ληρεῖν οὐδὲ γράφειν πόλεμον, παραθεὶς εὐθέως ἑξῆς τὸ τὴν εἰρήνην ἄγειν ὡς ἀγαθὸν καὶ τὸ τρέφειν μεγάλην δύναμιν ὡς χαλεπόν, καὶδιαρπάζειν τινὲς τὰ χρήματα βούλονται,” καὶ ἄλλους λόγους ὡς οἷόν τʼ ἀληθεστάτους λέγουσιν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.50 Dem. 10.54 (English) >>Dem. 10.57

Powered by PhiloLogic